Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 27.11 Dem. 27.14 (English) >>Dem. 27.16

27.12καὶ τὸ μὲν πλῆθος τῆς οὐσίας τοῦτʼ ἦν τὸ καταλειφθέν, ἄνδρες δικασταί. ὅσα δʼ αὐτῆς διακέκλεπται καὶ ὅσʼ ἰδίᾳ ἕκαστος εἴληφεν καὶ ὁπόσα κοινῇ πάντες ἀποστεροῦσιν, οὐκ ἐνδέχεται πρὸς ταὐτὸ ὕδωρ εἰπεῖν, ἀλλʼ ἀνάγκη χωρὶς ἕκαστον διελεῖν ἐστίν. μὲν οὖν Δημοφῶν Θηριππίδης ἔχουσι τῶν ἐμῶν, τότʼ ἐξαρκέσει περὶ αὐτῶν εἰπεῖν, ὅταν κατʼ αὐτῶν τὰς γραφὰς ἀπενέγκωμεν· δὲ τοῦτον ἔχοντʼ ἐξελέγχουσιν ἐκεῖνοι καὶ ἐγὼ οἶδʼ αὐτὸν εἰληφότα, περὶ τούτων ἤδη ποιήσομαι τοὺς λόγους πρὸς ὑμᾶς. πρῶτον μὲν οὖν ὡς ἔχει τὴν προῖκα, τὰς ὀγδοήκοντα μνᾶς, τοῦθʼ ὑμῖν ἐπιδείξω, μετὰ δὲ ταῦτα καὶ περὶ τῶν ἄλλων, ὡς ἂν δύνωμαι διὰ βραχυτάτων.

27.13οὗτος γὰρ εὐθὺς μετὰ τὸν τοῦ πατρὸς θάνατον ᾤκει τὴν οἰκίαν εἰσελθὼν κατὰ τὴν ἐκείνου διαθήκην, καὶ λαμβάνει τά τε χρυσία τῆς μητρὸς καὶ τὰ ἐκπώματα τὰ καταλειφθέντα. καὶ ταῦτα μὲν ὡς εἰς πεντήκοντα μνᾶς εἶχεν, ἔτι δὲ τῶν ἀνδραπόδων τῶν πιπρασκομένων παρά τε Θηριππίδου καὶ Δημοφῶντος τὰς τιμὰς ἐλάμβανεν, ἕως ἀνεπληρώσατο τὴν προῖκα, τὰς ὀγδοήκοντα μνᾶς. 27.14καὶ ἐπειδὴ εἶχεν, ἐκπλεῖν μέλλων εἰς Κέρκυραν τριήραρχος, ἀπέγραψε ταῦτα πρὸς Θηριππίδην ἔχονθʼ ἑαυτὸν καὶ ὡμολόγει κεκομίσθαι τὴν προῖκα. καὶ πρῶτον μὲν τούτων Δημοφῶν καὶ Θηριππίδης, οἱ τούτου συνεπίτροποι, μάρτυρές εἰσιν· ἔτι δὲ καὶ ὡς αὐτὸς ὡμολόγει ταῦτʼ ἔχειν, Δημοχάρης θʼ Λευκονοεύς, τὴν τηθίδα τὴν ἐμὴν ἔχων, καὶ ἄλλοι πολλοὶ μάρτυρες γεγόνασιν.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 27.11 Dem. 27.14 (English) >>Dem. 27.16

Powered by PhiloLogic